TLG 0624 001 :: DEMETRIUS :: Fragmenta DEMETRIUS Hist.
Phil. Cf. et DEMETRII PHALEREI EPISTULA (1298) Fragmenta
Citation: Fragment — (line) | ||
74 | Diogenes Laert. V 80: πλήθει δὲ βιβλίων καὶ ἀριθμῷ στίχων σχεδὸν ἅπαντας παρελήλακε τοὺς κατ’ αὐτὸν Περιπατητικούς, εὐπαίδευτος ὢν καὶ πολύπειρος παρ’ ὁντινοῦν. ὧν ἐστι τὰ μὲν ἱστορικὰ τὰ δὲ πολιτικὰ τὰ δὲ περὶ ποιητῶν τὰ δὲ ῥητορικά, δημηγοριῶν τε καὶ πρεσβειῶν ἀλλὰ μὴν καὶ λόγων Αἰσω‐ | |
5 | πείων συναγωγαὶ καὶ ἄλλα πλείω. ἔστι δὲ τὰ 1. Περὶ τῆς Ἀθήνησι νομοθεσίας αʹ βʹ γʹ δʹ εʹ· 2. Περὶ τῶν Ἀθήνησι πολιτειῶν αʹ βʹ· 3. Περὶ δημαγωγίας αʹ βʹ· 4. Περὶ πολιτικῶν αʹ βʹ· 5. Περὶ νόμων αʹ· 6. Περὶ ῥητορικῆς αʹ βʹ· 7. Στρατηγι‐ κῶν αʹ βʹ· 8. Περὶ Ἰλιάδος αʹ βʹ· 9. Περὶ Ὀδυσσείας αʹ βʹ γʹ δʹ· 10. Πτολε‐ μαῖος αʹ· 11. Ἐρωτικός αʹ· 12. Φαιδώνδας αʹ· 13. Μαίδων αʹ· 14. Κλέων αʹ· | |
---|---|---|
10 | 15. Σωκράτης αʹ· 16. Ἀρτοξέρξης αʹ· 17. Ὁμηρικός αʹ· 18. Ἀριστείδης αʹ· 19. Ἀριστόμαχος αʹ· 20. Προτρεπτικός αʹ· 21. Ὑπὲρ τῆς πολιτείας αʹ· 22. Περὶ τῆς δεκαετίας αʹ· 23. Περὶ τῶν Ἰώνων αʹ· 24. Πρεσβευτικός αʹ· 25. Περὶ πίστεως αʹ· 26. Περὶ χάριτος αʹ· 27. Περὶ τύχης αʹ· 28. Περὶ μεγαλοψυχίας αʹ· 29. Περὶ γάμου αʹ· 30. Περὶ τοῦ δοκοῦ αʹ· 31. Περὶ εἰρήνης αʹ· 32. Περὶ | |
15 | νόμων αʹ· 33. Περὶ ἐπιτηδευμάτων αʹ· 34. Περὶ καιροῦ αʹ· 35. Διονύσιος αʹ· 36. Χαλκιδικός αʹ· 37. Ἀθηναίων καταδρομή αʹ· 38. Περὶ Ἀντιφάνους αʹ· 39. Προοίμιον ἱστορικόν αʹ· 40. Ἐπιστολαί αʹ· 41. Ἐκκλησία ἔνορκος αʹ· 42. Περὶ γήρως αʹ· 43. Δίκαια αʹ· 44. Αἰσωπείων αʹ· 45. Χρειῶν αʹ. | |
75 | Suda Δ 429 Δημήτριος: ..... γέγραφε φιλόσοφά τε καὶ ἱστορικὰ καὶ ῥητορικὰ καὶ πολιτικὰ καὶ περὶ ποιητῶν. | |
76 | Bücherliste von Rhodos ca. 100 a. Chr. Maiuri Nuova Silloge epigr. Firenze 1925 Nr. 11 col. I 1: [Δημητρίου] Β[ο]ι̣ω̣τ̣ι̣α̣κ̣ό̣ς̣· Ἀρίσταιχμος [ἕν]· Κλέων ἕ[ν]· Φαιδώνδας ἢ περι ο——[ἕν]· Περὶ τῆς Ἀθήνησι νομοθεσίας πέ[ντε]· Περὶ τῶν Ἀθήνησι πολι[τειῶν δύο]. | |
79 | Plutarchus Consolatio ad Apollon. VI 104a: ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου (Phoen. 558) ὁ δ’ ὄλβος οὐ βέβαιος ἀλλ’ ἐφήμερος καὶ ὅτι (fr. 420, 2 N2) | |
5 | μικρὰ τὰ σφάλλοντα, καὶ μί’ ἡμέρα τὰ μὲν καθεῖλεν ὑψόθεν τὰ δ’ ἦρ’ ἄνω τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτόν, βέλτιον δ’ ἂν ἔχειν εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου. | |
81 | Polybius XXIX 21 (Diodorus XXXI 10): ὥστε πολλάκις καὶ λίαν μνημονεύειν τῆς Δημητρίου τοῦ Φαληρέως φωνῆς. ἐκεῖνος γὰρ ἐν τῷ περὶ τῆς τύχης ὑπομνήματι βουλόμενος ἐναργῶς ὑποδεικνύναι τοῖς ἀνθρώποις τὸ ταύ‐ της εὐμετάβολον, ἐπιστὰς ἐπὶ τοὺς κατ’ Ἀλέξανδρον καιροὺς ὅτε κατέλυσε τὴν | |
5 | Περσῶν ἀρχήν, λέγει ταῦτα: εἰ γὰρ λάβοιτ’ ἐν 〈νῷ〉 μὴ χρόνον ἄπειρον μηδὲ | |
γενεὰς πολλὰς ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίητ’ ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα. πεντηκοστὸν γὰρ ἔτος οἴεσθ’ ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς πρού‐ λεγε τὸ μέλλον, πιστεῦσαί ποτ’ ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν 〈μὲν〉 οὐδ’ | ||
10 | ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης 〈σχεδὸν〉 τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ 〈καὶ〉 πάσης κρατήσουσιν, ὧν οὐδ’ ὄνομα πρότερον ἦν; ἀλλ’ ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀσύνθετος τύχη, καὶ πάντα παρὰ 〈τὸν〉 λογισμὸν τὸν ἡμέ‐ τερον καινοποιοῦσα καὶ τὴν αὑτῆς δύναμιν ἐν τοῖς παραδόξοις ἐνδεικνυμένη, καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, δείκνυσι πᾶσιν ἀνθρώποις Μακεδόνας εἰς τὴν Περσῶν εὐδαι‐ | |
15 | μονίαν εἰσοικίσασα, διότι καὶ τούτοις ταῦτα τἀγαθὰ κέχρηκεν, ἕως 〈ἂν〉 ἄλλο τι βουλεύσηται περὶ αὐτῶν. | |
82 | Diogenes Laert. II 13: ὅτε καὶ ἀμφοτέρων αὐτῷ (sc. Ἀναξαγόρᾳ) προσαγγελέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευτῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα κἀκείνων κἀμοῦ πάλαι ἡ φύσις κατεψηφίσατο, περὶ δὲ τῶν παίδων, ὅτι ᾔδειν αὐτοὺς θνητοὺς γεννήσας. οἱ δ’ εἰς Σόλωνα τοῦτο ἀναφέ‐ | |
5 | ρουσιν, ἄλλοι εἰς Ξενοφῶντα, τοῦτον δὲ (sc. Ἀναξαγόραν) καὶ θάψαι ταῖς ἰδίαις χερσὶν αὐτοὺς Δημήτριός φησιν ὁ Φαληρεὺς ἐν τῷ περὶ γήρως. | |
83 | Diogenes Laert. IX 20: φησὶ δὲ Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ περὶ γήρως καὶ Παναίτιος ὁ Στωικὸς ἐν τῷ περὶ εὐθυμίας ταῖς ἰδίαις χερσὶ θάψαι | |
τοὺς υἱεῖς αὐτόν (sc. Ξενοφάνη), καθάπερ καὶ Ἀναξαγόραν. | ||
89 | Plutarchus Lycurgus XXIII: αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱππίας μὲν ὁ σοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμ‐ πειρον στρατειῶν· .... ὁ δὲ Φαληρεὺς Δημήτριος οὐδεμιᾶς ἁψάμενον πολεμικῆς πράξεως ἐν εἰρήνῃ καταστήσασθαι τὴν πολιτείαν (sc. τὸν | |
5 | Λυκοῦργον). ἔοικε δὲ καὶ τῆς Ὀλυμπιακῆς ἐκεχειρίας ἡ ἐπίνοια πρᾴου καὶ πρὸς εἰρήνην οἰκείως ἔχοντος ἀνδρὸς εἶναι. | |
91 | Diogenes Laert. IX 57: Διογένης .... Ἀπολλωνιάτης .... ἦν δὲ τοῖς χρόνοις κατ’ Ἀναξαγόραν. τοῦτόν φησιν ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σω‐ κράτους ἀπολογίᾳ διὰ μέγαν φθόνον μικροῦ κινδυνεῦσαι Ἀθήνησιν. | |
92 | Diogenes Laert. IX 15: Δημήτριος δέ φησιν ἐν τοῖς Ὁμωνύμοις καὶ Ἀθηναίων αὐτὸν (sc. Ἡράκλειτον) ὑπερφρονῆσαι, δόξαν ἔχοντα παμπλείστην, καταφρονούμενόν τε ὑπὸ τῶν Ἐφεσίων ἑλέσθαι μᾶλλον τὰ οἰκεῖα. μέμνηται αὐτοῦ καὶ ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ. | |
93 | Diogenes Laert. IX 37: Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τῇ Σωκρά‐ τους ἀπολογίᾳ μηδὲ ἐλθεῖν φησιν αὐτὸν (sc. Δημόκριτον) εἰς Ἀθήνας. | |
95 | Plutarchus Aristides I: περὶ δὲ οὐσίας αὐτοῦ (sc. Ἀριστείδου) λόγοι διάφοροι γεγόνασιν, ὁ μὲν ὡς ἐν πενίᾳ συντόνῳ καταβιώσαντος καὶ μετὰ τὴν τελευτὴν ἀπολιπόντος θυγατέρας δύο πολὺν χρόνον ἀνεκδότους δι’ ἀπορίαν γενομένας. πρὸς δὲ τοῦτον τὸν λόγον ὑπὸ πολλῶν εἰρημένον ἀντιτασσόμενος ὁ | |
5 | Φαληρεὺς Δημήτριος ἐν τῷ Σωκράτει χωρίον Φαληροῖ φησι γινώσκειν Ἀριστεί‐ | |
δου γενόμενον, ἐν ᾧ τέθαπται, καὶ τεκμήρια τῆς περὶ τὸν οἶκον εὐπορίας ἓν μὲν ἡγεῖται τὴν ἐπώνυμον ἀρχήν, ἣν ἦρξε τῷ κυάμῳ λαχὼν ἐκ τῶν γενῶν τῶν τὰ μέγιστα τιμήματα κεκτημένων, οὓς πεντακοσιομεδίμνους προσηγόρευον, ἕτερον δὲ τὸν ἐξοστρακισμόν. οὐδενὶ γὰρ τῶν πενήτων ἀλλὰ τοῖς ἐξ οἴκων τε μεγάλων | ||
10 | καὶ διὰ γένους ὄγκον ἐπιφθόνοις ὄστρακον ἐπιφέρεσθαι. τρίτον δὲ καὶ τελευ‐ ταῖον, ὅτι νίκης ἀναθήματα χορηγικῆς τρίποδας ἐν Διονύσου καταλέλοιπεν, οἳ καὶ καθ’ ἡμᾶς ἐδείκνυντο τοιαύτην ἐπιγραφὴν διασώζοντες: Ἀντιοχὶς ἐνίκα, Ἀριστείδης ἐχορήγει, Ἀρχέστρατος ἐδίδασκε .... es folgen die Widerlegungen Plutarchs, z. T. nach Panaitios, dann ib.: εἰ δὲ καὶ μετὰ τὴν ἐν Πλαταιαῖς | |
15 | μάχην ἦρξεν (sc. Ἀριστείδης), ὡς αὐτὸς ὁ Δημήτριος γέγραφε, καὶ πάνυ πιθανόν ἐστιν ἐπὶ δόξῃ τοσαύτῃ καὶ κατορθώμασι τηλικούτοις ἀξιωθῆναι δι’ ἀρετὴν 〈ἀρ‐ χῆσ〉 ἧς διὰ πλοῦτον ἐτύγχανον οἱ λαγχάνοντες. ἀλλὰ γὰρ ὁ μὲν Δημήτριος οὐ μόνον Ἀριστείδην ἀλλὰ καὶ Σωκράτη δῆλός ἐστι τῆς πενίας ἐξελέσθαι φιλοτι‐ μούμενος ὡς μεγάλου κακοῦ. καὶ γὰρ ἐκείνῳ φησὶν οὐ μόνον τὴν οἰκίαν ὑπάρχειν, | |
20 | ἀλλὰ καὶ μνᾶς ἑβδομήκοντα τοκιζομένας ὑπὸ Κρίτωνος. | |
96 | Plutarchus Aristides XXVII (cf. Aristoxenus fr. 58): Δημήτριος δ’ ὁ Φαληρεὺς καὶ Ἱερώνυμος ὁ Ῥόδιος καὶ Ἀριστόξενος ὁ μουσικὸς καὶ Ἀριστοτέλης—εἰ δὴ τό γε περὶ εὐγενείας βιβλίον ἐν τοῖς γνησίοις Ἀριστοτέλους θετέον—ἱστοροῦσι Μυρτὼ θυγατριδῆν Ἀριστ‐ | |
5 | είδου Σωκράτει τῷ σοφῷ συνοικῆσαι, γυναῖκα μὲν ἑτέραν ἔχοντι, ταύτην δ’ ἀναλαβόντι χηρεύουσαν διὰ πενίαν καὶ τῶν ἀναγκαίων ἐνδεομένην. πρὸς μὲν οὖν τούτους ἱκανῶς ὁ Παναίτιος ἐν τοῖς περὶ Σωκράτους ἀντείρηκεν, ὁ δὲ Φαληρεὺς ἐν τῷ Σωκράτει φησὶ μνημονεύειν Ἀριστ‐ είδου θυγατριδοῦν εὖ μάλα πένητα Λυσίμαχον, ὃς ἑαυτὸν μὲν ἐκ | |
10 | πινακίου τινὸς ὀνειροκριτικοῦ παρὰ τὸ Ἰακχεῖον λεγόμενον καθεζόμενος ἔβοσκε, τῇ δὲ μητρὶ καὶ τῇ ταύτης ἀδελφῇ ψήφισμα γράψας [δωρεὰν] ἔπεισε τὸν δῆμον τροφὴν διδόναι τριώβολον ἑκάστης ἡμέρας. αὐτὸς μέντοι φησὶν ὁ Δημήτριος νομοθετῶν ἀντὶ τριωβόλου δραχμὴν ἑκατέρᾳ τάξαι τῶν γυναικῶν. | |
97 | Plutarchus Aristides V: Ἀριστείδης δὲ τὴν ἐπώνυμον εὐθὺς ἀρχὴν ἦρξε (nach Marathon, 489/8). καίτοι φησὶν ὁ Φαλη‐ ρεὺς Δημήτριος ἄρξαι τὸν ἄνδρα μικρὸν ἔμπροσθεν τοῦ θανάτου μετὰ | |
τὴν ἐν Πλαταιαῖς μάχην. | ||
99 | Artemidorus Onirocriticon II 44: ὀνείρους δὲ ἀποβεβηκότας καὶ τὰς ἀποβάσεις αὐτῶν οὐκ ἐνεδέχετο γράφειν ἐν τέχνῃ ὀνειροκριτικῇ καὶ ὑποθή‐ καις θεωρημάτων. οὐδέ μοι πιθανὰ ἐδόκει ταῦτα, καίτοι Γεμινοῦ τοῦ Τυρίου καὶ Δημητρίου τοῦ Φαληρέως καὶ Ἀρτέμωνος τοῦ Μιλησίου τοῦ μὲν ἐν τρισὶ βιβλίοις | |
5 | τοῦ δὲ ἐν πέντε τοῦ δὲ ἐν εἰκοσιδύο πολλοὺς ὀνείρους ἀναγραψαμένων καὶ μά‐ | |
λιστα συνταγὰς καὶ θεραπείας τὰς ὑπὸ Σαράπιδος δοθείσας. | ||
115 | Diogenes Laert. V 82: (Δημήτριος) ἔλεγε μικρὸν 〈μὲν〉 εἶναι μέρος τὰς ὀφρῦς, ὅλῳ δ’ ἐπισκοτῆσαι δύνασθαι τῷ βίῳ. | |
116 | Diogenes Laert. V 83: τοὺς φίλους ἐπὶ μὲν τὰ ἀγαθὰ παρα‐ καλουμένους ἀπιέναι, ἐπὶ δὲ τὰς συμφορὰς αὐτομάτους. | |
117 | Diogenes Laert. V 82: τοὺς νέους ἔφη δεῖν ἐπὶ μὲν τῆς οἰκίας τοὺς γονεῖς αἰδεῖσθαι, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς: (cf. Gnomolog. Vatic. 255). | |
118 | Diogenes Laert. V 82: ἰδών ποτε νεανίσκον ἄσωτον, ἰδού, ἔφη, τετράγωνος Ἑρμῆς ἔχων σύρμα κοιλίαν αἰδοῖον πώγωνα. | |
119 | Diogenes Laert. V 82: τῶν τετυφωμένων ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν. | |
120 | Diogenes Laert. V 82: ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολίταις ἰσχύειν λόγον. | |
121 | Diogenes Laert. V 82: οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν τύχην. | |
122 | Diogenes Laert. V 82: οὗτος ἀκούσας ὅτι τὰς εἰκόνας αὐτοῦ κατέστρεψαν Ἀθηναῖοι, ἀλλ’ οὐ τὴν ἀρετήν, ἔφη, δι’ ἣν ἐκείνας ἀνέστησαν. | |
122,1 | Gnomolog. Vaticanum 253: Δημήτριος ὁ Φαληρεὺς ἔφη ὡς οἱ 〈θυμοὶ καθάπερ οἱ〉 κύνες τυφλὰ τίκτουσι τὰ κριτήρια. | |
122,2 | Gnomolog. Vaticanum 254: ὁ αὐτὸς (sc. Δ. ὁ. Φ.) εὐχομένους μὲν ἔφη δεῖν αἰτεῖσθαι τὰ μέγιστα τῶν ἀγαθῶν, βουλευομένους δὲ ζητεῖν δυνατά. | |
122,3 | Gnomolog. Vaticanum 256: ὁ αὐτὸς (sc. Δ. ὁ. Φ.) εἶπε τὸν μὴ δυνάμενον γενναίως ἐνεγκεῖν ἀτυχίαν μὴ δύνασθαι ἐπιδεξίως ἐνεγκεῖν εὐτυχίαν. | |
122,4 | Gnomolog. Vaticanum 257: ὁ αὐτὸς (sc. Δ. ὁ. Φ.) ἔφη μὴ δεῖν ζητεῖν τοὺς ἀνθρώπους εἰ ἐκ μεγάλης πόλεώς εἰσιν, ἀλλ’ εἰ μεγάλης πόλεως ἄξιοι. | |
122,5 | Gnomolog. Vaticanum 258: ὁ αὐτὸς (sc. Δ. ὁ. Φ.) ἔλεγε τὸ μὲν τὰ κακὰ ἐνεγκεῖν ἀνδραπόδων εἶναι, τὸ δὲ τὰ ἀγαθὰ ἀνδρῶν. | |
122,6 | Gnomolog. Vaticanum 259: ὁ αὐτὸς (sc. Δ. ὁ. Φ.) ἐρωτηθεὶς τί τῶν ζώων κάλλιστόν ἐστιν εἶπεν ἄνθρωπος παιδείᾳ κεκοσμημένος. | |
122,7 | Gnomolog. Vaticanum 260: ὁ αὐτὸς (sc. Δ. ὁ. Φ.) ἐρωτηθεὶς τίς | |
ἄριστος σύμβουλος ἔφη ὁ καιρός. | ||
123 | Polybius X 24, 7: Δημήτριος ὁ Φαληρεὺς ἕως λόγου τὸ τοιοῦτον ὑπέδειξε, φήσας ὅτι καθάπερ ἐν οἰκοδομίαις, ἐὰν κατὰ μίαν πλίνθον θῇς καὶ καθ’ ἕνα δόμον ἐπιμελείας τύχῃ τὸ παρατεθέν, οὕτως ἐν στρατοπέδῳ τὸ κατ’ ἄνδρα καὶ κατὰ λόχον ἀκριβωθὲν ὅλην | |
5 | ποιεῖ τὴν δύναμιν ἰσχυράν. | |
124 | Polybius XXXVI 2, 3: ἔνστασις γὰρ πολέμου κατὰ τὸν Δημήτριον δικαία μὲν δοκοῦσα εἶναι καὶ τὰ νικήματα ποιεῖ μείζω καὶ τὰς ἀποτεύξεις ἀσφαλεστέρας, ἀσχήμων δὲ καὶ φαύλη τἀναντία | |
ἀπεργάζεται. | ||
132 | Polybius XII 13, 7 ff.: οὐ γὰρ ἂν Ἀρχέδικος ὁ κωμῳδιογράφος ἔλεγε ταῦτα μόνος περὶ Δημοχάρους, ὡς Τίμαιός φησιν, ἀλλὰ πολλοὶ μὲν ἂν τῶν Ἀντιπάτρου φίλων, .... πολλοὶ δὲ τῶν ἀντιπεπολιτευμένων, ὧν ἦν καὶ Δημήτριος | |
5 | ὁ Φαληρεύς. οὗ κεῖνος οὐ τὴν τυχοῦσαν πεποίηται κατηγορίαν ἐν ταῖς ἱστορίαις, φάσκων αὐτὸν γεγονέναι τοιοῦτον προστάτην τῆς πατρίδος καὶ ἐπὶ τούτοις σεμνύνεσθαι κατὰ τὴν πολιτείαν, ἐφ’ οἷς ἂν καὶ τελώνης σεμνυνθείη βάναυσος. ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυσιτελῶς πωλεῖσθαι κατὰ τὴν πόλιν καὶ δαψιλῆ τὰ πρὸς τὸν βίον ὑπάρχειν πᾶσιν, ἐπὶ τούτοις | |
10 | φησὶν μεγαλαυχεῖν αὐτόν· καὶ διότι κοχλίας αὐτομάτως βαδίζων προ‐ ηγεῖτο τῆς πομπῆς αὐτῷ, σίαλον ἀναπτύων, σὺν δὲ τούτοις ἄνθρωποι διεπέμποντο διὰ τοῦ θεάτρου ++ διότι δὲ πάντων τῶν τῆς Ἑλλάδος καλῶν ἡ πατρὶς παρακεχωρηκυῖα τοῖς ἄλλοις ἐποίει Κασσάνδρῳ τὸ προσ‐ ταττόμενον, ἐπὶ τούτοις αὐτὸν οὐκ αἰσχύνεσθαί φησιν. ἀλλ’ ὅμως οὔτε | |
15 | Δημήτριος οὔτ’ ἄλλος οὐδεὶς εἰρήκει περὶ Δημοχάρους τοιοῦτον οὐδέν. | |
133 | Plutarchus Demosthenes XIV: τῶν γοῦν κατ’ αὐτὸν ὁ Φωκίων οὐκ ἐπαινουμένης προϊστάμενος πολιτείας ἀλλὰ δοκῶν μακε‐ δονίζειν, ὅμως δι’ ἀνδρείαν καὶ δικαιοσύνην οὐδὲν οὐδαμῇ χείρων ἔδοξεν Ἐφιάλτου καὶ Ἀριστείδου καὶ Κίμωνος ἀνὴρ γενέσθαι. Δημοσθένης | |
5 | δ’ οὐκ ὢν ἐν τοῖς ὅπλοις ἀξιόπιστος, ὥς φησιν ὁ Δημήτριος, οὐδὲ πρὸς τὸ λαμβάνειν παντάπασιν ἀπωχυρωμένος, ἀλλὰ τῷ μὲν παρὰ Φιλίππου καὶ ἐκ Μακεδονίας ἀνάλωτος ὤν, τῷ δ’ ἄνωθεν ἐκ Σούσων καὶ Ἐκβα‐ τάνων ἐπιβατὸς χρυσίῳ γεγονὼς καὶ κατακεκλυσμένος, ἐπαινέσαι μὲν ἱκανώτατος ἦν τὰ τῶν προγόνων καλά, μιμήσασθαι δὲ οὐχ ὁμοίως. | |
134 | Plutarchus Demosthenes XXVIII: Ἕρμιππος δὲ τὸν Ἀρχίαν. ἐν τοῖς Λακρίτου τοῦ ῥήτορος μαθηταῖς ἀναγράφει· Δημήτριος δὲ τῆς Ἀναξιμένους διατριβῆς μετεσχηκέναι φησὶν αὐτόν. οὗτος οὖν ὁ Ἀρχίας Ὑπερείδην μὲν τὸν ῥήτορα καὶ Ἀριστόνικον τὸν Μαραθώνιον | |
5 | καὶ τὸν Δημητρίου τοῦ Φαληρέως ἀδελφὸν Ἱμεραῖον ἐν Αἰγίνῃ κατα‐ φυγόντας ἐπὶ τὸ Αἰάκειον ἀποσπάσας ἔπεμψεν εἰς Κλεωνὰς πρὸς Ἀντί‐ πατρον. κακεῖ διεφθάρησαν, Ὑπερείδου δὲ καὶ τὴν γλῶτταν ἐκτμηθῆναι | |
ζῶντος λέγουσι. | ||
136 | Plutarchus De gloria Atheniensium VI 349 a: καὶ τούτων (sc. τῶν χορηγῶν) τοῖς μὲν ἡττηθεῖσι περιῆν προσυβρίσθαι καὶ γεγονέναι καταγελάστους· τοῖς δὲ νικήσασιν ὁ τρίπους ὑπῆρχεν, οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριός φησιν, ἀλλ’ ἐπίσπει‐ | |
5 | σμα τῶν ἐκκεχυμένων βίων καὶ τῶν ἐκλελοιπότων κενοτάφιον οἴκων. τοιαῦτα γὰρ τὰ ποιητικῆς τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν. | |
138a | Strabo III 2, 9: (Ποσειδώνιος) τὴν δ’ ἐπιμέλειαν φρά‐ ζων τὴν τῶν μεταλλευόντων παρατίθησι τὸ τοῦ Φαληρέως, ὅτι φησὶν ἐκεῖνος ἐπὶ τῶν Ἀττικῶν ἀργυρείων, οὕτω συντόνως ὀρύττειν τοὺς ἀνθρώπους ὡς ἂν προσδοκώντων αὐτὸν ἀνά‐ | |
5 | ξειν τὸν Πλούτωνα .... † τὸν δόλον οὐ ταὐτὸν † εἶναι τούτοις τε καὶ τοῖς Ἀττικοῖς, ἀλλ’ ἐκείνοις μὲν αἰνίγματι ἐοικέναι τὴν μεταλλείαν. ὅσα μὲν γὰρ ἀνέλαβον, φησίν, οὐκ ἔλαβον, ὅσα δὲ εἶχον, ἀπέβαλον. | |
138b | Athenaeus VI 233 e (cf. Eustath. 1486 in Homer. δ 89): τὸ μέντοι γε πολὺ τούτου (sc. ἀργύρου) βαθείαις καὶ κακοπά‐ θοις μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον, ἐλπιζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλούτωνα. | |
5 | χαριεντιζόμενος γοῦν φησιν ὅτι πολλάκις καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα ἃ μὲν ἔμελλον οὐκ ἔλαβον, ἃ δ’ εἶχον ἀπέβαλον, ὥσπερ αἰνίγματος τρόπον ἀτυχοῦντες. | |
139 | Harpocration ἕρκειος Ζεύς: ... ὅτι δὲ τούτοις μετῆν τῆς πολι‐ τείας οἷς εἴη Ζεὺς ἕρκειος, δεδήλωκε καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου, εἰ γνήσιος, καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας. | |
140 | Lexicon Cantabr. p. 347 Nauck—Dobree κυρία ἡ ἐκκλησία· Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ δευτέρῳ περὶ τῆς Ἀθηναίων νομοθεσίας +++ | |
πλεῖστα ἐχρημάτιζεν καὶ μέγιστα τῶν κοινῶν † ἀλλ’ ἐνῆν τὸν δεδεμένον † φησίν. εἰκότως δ’ ἄν τις αὐτῷ ἐπιτιμήσειεν. εἰ γὰρ ἄν ποτε κυρίας ἐκκλησίας τοὺς Ἀθη‐ | ||
5 | ναίους νομίσαι ἐν +++ ἐμίσθουν +++ ἄμεινον οὖν Ἀριστοτέλει (Ἀθηναίων πολιτ. 43, 4): τὰς γὰρ ἀρχὰς ἐν ταῖς κυρίαις ἐκκλησίαις ἐκκλησίαις ἔφησε χειροτονεῖσθαι, καὶ τὰς εἰσαγγελίας καὶ τὰ ἄλλα τῶν ἀναγκαίων χρηματίζειν κτλ. | |
141a | Pollux VIII 53: χίλιοι δὲ κατὰ μὲν τὸν Σόλωνα τὰς εἰσαγγελίας ἔκρινον, κατὰ δὲ τὸν Φαληρέα καὶ πρὸς πεντακόσιοι. | |
141b | Lexicon Cantabr. p. 337 Nauck—Dobree εἰσαγγελία: ...., Θεόφραστος δὲ ἐν τῷ τετάρτῳ περὶ νόμων φησὶ γενέσθαι, ἐὰν κτλ. .... ἔνιοι δὲ τῶν ῥητόρων εἰώθεσαν καλεῖν καὶ τὰ μὴ μεγάλα ἀδικήματα εἰσαγγελίαν. ἔστι δ’ ὅτε ἐμβάλλοντες τοὺς συκοφαντοῦντας | |
5 | εἰσήγγελλον, +++ ὡς μὲν Φιλόχορος χιλίων καθεζομένων, ὡς δὲ Δη‐ μήτριος ὁ Φαληρεὺς χιλίων πεντακοσίων. | |
143 | Suda Π 443 παράστασις (= Harpocration und Photius s. v.): τοὔνομα πολὺ παρὰ τοῖς ῥήτορσι. ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικα‐ ζομένων τὰς ἰδίας δίκας. ... Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς περὶ νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμάς, μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παρά‐ | |
5 | στασιν ἐκάλουν, ἑτέραν δὲ καθ’ ὑπωμοσίαν ἑκάστην. | |
144 | Lexicon Cantabr. p. 350 Nauck—Dobree μὴ οὖσα δίκη: Δημήτριος ὁ Φαληρεὺς ἐνίους λέγει τῶν κρινομένων κακοτεχνεῖν τοῖς διώκουσιν ἀντιλαγχάνοντας τὴν μὴ οὖσαν. ἔδει γὰρ τοὺς ὑπὲρ δέκα δραχμῶν ἀμφισβητοῦντας διαιτητὰς δικαστὰς λαμβάνειν. διὸ καὶ ἔκειτο | |
5 | νόμος μὴ εἰσάγεσθαι δίκην, εἰ μὴ πρότερον ἐξετασθείη παρ’ αὐτοῖς τὸ πρᾶγμα. ἐνίους δὲ ἀσθενὲς τὸ δίκαιον ἔχοντας καὶ δεδοικότας τὴν κατα‐ δίαιταν, χρόνους ἐμβάλλειν καὶ σκήψεις οἵας δοκεῖν εἶναι εὐλόγους, καὶ τὸ μὲν πρῶτον παραγράφεσθαι, εἶτα ὑπόμνυσθαι νόσον ἢ ἀποδημίαν, καὶ τελευτῶντας ἐπὶ τὴν κυρίαν τῆς διαίτης ἡμέραν οὐκ ἀπαντῶντας | |
10 | ὅπῃ ἂν δύνωνται ἀντιλαγχάνειν τὴν μὴ οὖσαν τῷ ἑλόντι, ὥστε ἐξ ὑπαρ‐ | |
χῆς ἀκέραιον αὐτοῖς καθίστασθαι τὸν ἀγῶνα. | ||
145 | schol. Aristophanes Nubes 37: Δημήτριος δὲ ὁ Φα‐ ληρεὺς οὕτω φησί: καὶ δημάρχους οἱ περὶ Σόλωνα καθίσταντο ἐν πολλῇ σπουδῇ, ἵνα οἱ κατὰ δῆμον [ἄρχοντες] διδῶσι καὶ λαμβάνωσι τὰ δίκαια παρ’ ἀλλήλων. | |
146 | Suda Σ 544 σκαφηφόροι (=Harpocration und Photius s. v.): Δημήτριος γοῦν ἐν γʹ Νομοθεσίας φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς με‐ τοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδεια. | |
147 | Plutarchus Solon XXIII: λύκον δὲ τῷ κομίσαντι πέντε δραχμὰς (sc. ἔταξε δίδοσθαι Σόλων), λυκιδέα δὲ μίαν, ὧν φησὶν ὁ Φαληρεὺς Δημήτριος τὸ μὲν βοὸς εἶναι, τὸ δὲ προβάτου τιμήν. ἃς γὰρ ἐν τῷ ἑκκαιδεκάτῳ τῶν ἀξόνων ὁρίζει τιμὰς τῶν ἐκκρίτων ἱερείων, εἰκὸς μὲν εἶναι πολλαπλασίας, ἄλλως δὲ κἀ‐ | |
5 | κεῖναι πρὸς τὰς νῦν εὐτελεῖς εἰσιν. | |
149 | Diogenes Laert. I 22: καὶ πρῶτος σοφὸς ὠνομάσθη (sc. Θαλῆς) ἄρχοντος Ἀθήνησι Δαμασίου, καθ’ ὃν καὶ οἱ ἑπτὰ σοφοὶ ἐκλήθησαν, ὥς φησιν Δημήτριος ὁ Φαληρεὺς ἐν τῇ τῶν ἀρχόντων ἀναγραφῇ. | |
150 | Diogenes Laert. II 7: λέγεται δὲ κατὰ τὴν Ξέρξου διάβασιν εἴκοσιν ἐτῶν εἶναι (sc. Ἀναξαγόρας), βεβιωκέναι δὲ ἑβδομήκοντα δύο. φησὶ δ’ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς (fr. 36 Jac.) γεγενῆσθαι αὐτὸν τῇ ἑβδομηκοστῇ ὀλυμπιάδι (500/497), τεθνηκέναι δὲ τῷ πρώτῳ ἔτει τῆς ὀγδοηκοστῆς ὀγδόης | |
5 | (428/7). ἤρξατο δὲ φιλοσοφεῖν Ἀθήνησιν ἐπὶ Καλλίου (480/79), ἐτῶν εἴκοσιν ὤν, ὥς φησι Δημήτριος ὁ Φαληρεὺς ἐν τῇ τῶν ἀρχόντων ἀναγραφῇ, ἔνθα καί φασιν αὐτὸν ἐτῶν διατρῖψαι τριάκοντα. | |
150,1 | Schol. Aristophanes Vespae 240: τοῦ Κλέωνος εἰς δίκην ἐπα‐ γαγόντος τὸν Λάχητα. στρατηγῆσαι δὲ αὐτόν φησι Δημήτριος ἐπὶ ἄρχοντος Εὐ‐ κλέους (427/26) πρὸ τριῶν ἐτῶν εἰς Σικελίαν πεμφθέντα μετὰ νεῶν Λεοντίνοις βοηθήσοντα. | |
150,2 | Schol. Aristophanes Ranae 1196: (Ἐρασινίδης) εἷς τῶν περὶ Ἀργίνουσαν στρατηγησάντων δυστυχῶς. ἀπέθανε δὲ δημοσίᾳ οὗτός τε καὶ οἱ ὑπο‐ μείναντες, Δημήτριος δέ φησι περιττότερόν τι γενέσθαι τῷ Ἐρασινίδῃ τὸ καὶ κλοπῆς κατηγορηθῆναι τῶν περὶ Ἑλλήσποντον χρημάτων. | |
152 | Marcellinus Vita Thucydidis 32: Δίδυμος δ’ ἐν Ἀθήναις ἀπὸ τῆς φυγῆς ἐλθόντα βιαίῳ θανάτῳ (sc. ἀποθανεῖν φησι Θουκυδίδην)· τοῦτο δέ φησι Ζώπυρον ἱστορεῖν. τοὺς γὰρ Ἀθηναίους κάθοδον δεδωκέναι τοῖς φυγάσι πλὴν τῶν Πεισιστρατιδῶν μετὰ τὴν ἧτταν τὴν ἐν Σικελίᾳ. ..... ἀλλὰ δῆλον ὅτι | |
5 | κάθοδος ἐδόθη τοῖς φεύγουσιν, ὡς καὶ Φιλόχορος λέγει καὶ Δημήτριος ἐν τοῖς Ἄρχουσιν. | |
153 | Diogenes Laert. II 44: ἐγεννήθη δέ (sc. Σωκράτης), καθά φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς (fr. 46 Jac.), ἐπὶ Ἀφη‐ ψίωνος ἐν τῷ τετάρτῳ ἔτει τῆς ἑβδομηκοστῆς ἑβδόμης ὀλυμπιάδος (469/8) Θαργηλιῶνος ἕκτῃ, ὅτε καθαίρουσιν Ἀθηναῖοι τὴν πόλιν καὶ | |
5 | τὴν Ἄρτεμιν Δήλιοι γενέσθαι φασίν. ἐτελεύτησε δὲ τῷ πρώτῳ ἔτει τῆς ἐνενηκοστῆς πέμπτης ὀλυμπιάδος (400/399), γεγονὼς ἐτῶν ἑβδομή‐ κοντα. [καὶ] ταὐτά φησι καὶ Δημήτριος ὁ Φαληρεύς, ἔνιοι δὲ ἑξήκοντα ἐτῶν τελευτῆσαι αὐτόν φασιν. | |
154 | Vita Isocratis III 142 p. 258 Westermann: ἀπέθανε (sc. Ἰσοκράτης) δ’ ἐπὶ Χαιρώνδου ἄρχοντος (338/7) μετὰ τὴν ἐν Χαι‐ ρωνείᾳ μάχην, λυπηθεὶς διὰ τὴν ἧτταν, .... ἀποκαρτερήσας δ’ ἐτελεύ‐ τησεν, ὡς μὲν Δημήτριός φησιν, θʹ ἡμέρας, ὡς δ’ Ἀφαρεύς, ιδʹ. | |
155 | Plutarchus Theseus XXIII: τὸ δὲ πλοῖον ἐν ᾧ μετὰ τῶν ἠιθέων ἔπλευσε καὶ πάλιν ἐσώθη (sc. Θησεύς), τὴν τριακόντορον, ἄχρις τῶν Δημητρίου τοῦ Φαληρέως χρόνων διεφύλαττον οἱ Ἀθηναῖοι τὰ μὲν παλαιὰ τῶν ξύλων ὑφαιροῦντες, ἄλλα δ’ ἐμβάλλοντες ἰσχυρὰ καὶ συμπηγνύντες οὕτως ὥστε καὶ | |
5 | τοῖς φιλοσόφοις εἰς τὸν αὐξόμενον λόγον ἀμφιδοξούμενον παράδειγμα τὸ πλοῖον εἶναι, τῶν μὲν ὡς τὸ αὐτό, τῶν δ’ ὡς οὐ τὸ αὐτὸ διαμένοι λεγόντων. | |
156 | Philodemus Rhetorica I col. XLVIII p. 346 Sudh.: εἶναι Φίλωνος ὁ [Δημή]τριος ὁ Φαληρεὺς ἐν τῷ περὶ τῆς ῥητορικῆς ἔταξεν ἴσως τὰ πράγματ’ ἄλλ[ως], κατ’ αὐτοῦ δὲ καὶ τὰ περὶ θατέ[ρο]υ Φίλωνος. | |
157 | Philodemus Rhetorica I col. XLIa 6 ff. p. 222 Sudh.: καὶ μὴν | |
ὁ Δ[ημ]ήτριος μετὰ τοῦ σοφισ[τικοῦ] γένους τῶν λόγων [προστ]ι[θεὶ]ς τῷ δημη‐ γορικῷ καὶ δικανικῷ τὸν ἐντευκτικὸν ἅπασιν, εἰ μὲν λαμβάνει τὸν τοῖς πλήθεσιν ἐντε[υκτικὸν κ]αὶ τὸν κατὰ πρεσβείαν τοῖς δυνάσταις, ἐχέτω μὲν ἐπὶ τοῦ παρ‐ | ||
5 | όντος .... διότι δὲ [τ̣]αὐτοῦ καὶ ταῦτα καὶ τὸ σοφιστικὸν εἶδος ἐποίησεν, λεγέσθω διαμαρτάνειν. εἰ δὲ τὸν περὶ τῆς ἀληθείας λόγον ἴδιον ἡμῶν ὄντα καὶ [π̣]οικίλως ἐπιδεικνύμενον τῶν φιλοσόφων ἀφαιρούμενος τοῖς ῥητορικοῖς ἀνατίθησι, τὴν ἐν τοῖς πολιτικοῖς ἑαυτοῦ ποτε γενομένην ἐξουσίαν καὶ ἐπὶ τὰς σκέψεις μετάγει | |
10 | τὰς πίστεως δεομένας. | |
158 | Philodemus Rhetorica I col. LV p. 350 Sudh.: [τὸ δὲ τοὺς] ἀρξα[μ]έ[νους] ἀ[πὸ τοῦ] δύνασθ[αι σιω]πᾶν, ὡς παρὰ Ξενοκράτει, μονωτάτους καὶ λέγειν εἰδέναι—ταὐτοῦ γὰρ ἑκάτερον εἶναι—τίνι προ[σ]έχο[ν]τες, ὦ πρὸς θεῶν, πιστεύσομεν, εἰ μὴ τῷ Ξενοκράτην οὕτως ἐπ’ Ἀντιπά[τ]ρου καὶ τῶν | |
5 | συνέδρων διαλεχθῆνα[ι, καθά]π[ερ ὁ] Φαληρεὺς ἱ̣σ[τόρηκεν ἐν τ]ῷ [περὶ τῆς ῥητορικῆς]; | |
159 | Herculanens. Pap. ined. 453 fr. IV 9 (Crönert, Kolotes und Menedemos p. 67): καὶ δημ[η]γοροῦσιν οὐ ῥήτορες μόνον, ἀλλὰ καὶ φιλόσοφοι, φοβοῦμαι δὲ μὴ καὶ πλείου[ς] ἐκείνων οὗτοι. καὶ γὰ[ρ] οἵους οἴονται κα[ὶ] ἀρ[ι]‐ θμοῦσιν ὡς ῥήτορας, [ἔ]νιοι φιλοσόφους ἀποφ[αί]νουσιν. Ξενοκράτης δ’, εἴπερ | |
5 | ἀληθεύει Δημήτριος, καὶ διὰ τὸ μὴ ῥή[τ]ωρ εἶναι καὶ Θεοφράσ[του γν]ώριμος ....λπε....ψεύδετ’ αὐτοῦ φ[ανερ]ό̣ν, ἐπί τε τοῦ παρ’ Ἀντιπά[τρῳ συνε]δρίου κατη̣[γο] | |
161 | Plutarchus Demosthenes XI: τοῖς μὲν οὖν πολλοῖς ὑποκρινό‐ μενος ἤρεσκε θαυμαστῶς (sc. Δημοσθένης), οἱ δὲ χαρίεντες ταπεινὸν ἡγοῦντο καὶ ἀγεννὲς αὐτοῦ τὸ πλάσμα καὶ μαλακόν, ὧν καὶ Δημήτριος ὁ Φαληρεύς ἐστιν. | |
162 | Philodemus Rhetorica I col. XV a p. 197 Sudh.: παρὰ δ[ὲ τῷ] Φαληρεῖ λέγεται τὸ ποικίλον μὲν αὐτὸν (sc. Δημοσθένην) ὑποκρ[ι]τὴν γεγονέναι καὶ περ[ιτ]τόν, οὐχ ἁπλοῦν δὲ οὐδὲ κατὰ τὸν γενναῖον τρόπον, ἀλλ’ ἐς τὸ μαλα‐ κώ[τερο]ν καὶ ταπεινότερον ἀποκλε[ίνον]τα. | |
163 | Plutarchus Demosthenes IX: ἐπεὶ τόλμαν γε καὶ θάρσος οἱ λεχθέντες ὑπ’ αὐτοῦ (sc. Δημοσθένους) λόγοι τῶν γραφέντων μᾶλλον εἶχον, εἴ τι δεῖ πιστεύειν Ἐρατοσθένει καὶ Δημητρίῳ τῷ Φαληρεῖ καὶ τοῖς κωμικοῖς. ὧν Ἐρατοσθένης μέν φησιν αὐτὸν ἐν τοῖς λόγοις πολλαχοῦ γεγονέναι παράβακχον, | |
5 | ὁ δὲ Φαληρεὺς τὸν ἔμμετρον ἐκεῖνον ὅρκον ὀμόσαι ποτὲ πρὸς τὸν δῆμον ὥσπερ ἐνθουσιῶντα: | |
μὰ γῆν μὰ κρήνας μὰ ποταμοὺς μὰ νάματα. | ||
164 | Photius Bibl. 493 a 41 Be.: ἐπεὶ δέ ποτε δημηγορῶν ἐξέπεσε τοῦ θεάτρου (sc. Δημοσθένης) καὶ ἀθυμῶν οἴκαδε ἀπῄει, Εὔνομος μὲν αὐτῷ ὁ Θριάσιος ἤδη πρεσβύτης ὢν κατὰ τὴν ὁδὸν συνεκύρησε, καὶ μαθὼν τῆς ἀθυμίας τὸ αἴτιον θαρρεῖν τε προυτρέψατο καὶ ἀνεκτήσατο. καὶ τούτου πλέον Ἀνδρόνικος | |
5 | ὁ ὑποκριτὴς τοὺς μὲν λόγους εὖ ἔχειν καὶ ὡς ἄριστα φάμενος, ἐνδεῖν δὲ αὐτοῖς τὰ τῆς ὑποκρίσεως. ὁ δὲ παραδίδωσί τε ἑαυτὸν τῷ Ἀνδρονίκῳ καὶ τὴν τῆς ὑπο‐ κρίσεως τέχνην ἐκεῖθεν ἐξήσκησε. διόπερ ἐρομένου ποτέ τινος αὐτόν: τί πρῶτον ἐν ῥητορικῇ; ἀνεῖπεν· ὑπόκρισις. καὶ τί δεύτερον; ὑπόκρισις. τί δὲ τρίτον; ὑπό‐ κρισις, δηλῶν μέγα μέρος εἶναι τῆς ἐν τῷ δήμῳ πειθοῦς τὴν ὑπόκρισιν. ὤμνυ | |
10 | δὲ ὡς ὁ Φαληρεύς φησι: μὰ γῆν μὰ κρήνας μὰ ποταμοὺς μὰ νάματα. καὶ δὴ καί ποτε ὀμόσας τοὺς ὅρκους τούτους τῷ δήμῳ θόρυβον ἐνεποίησεν ὥσπερ καὶ ἐπὶ τῷ ὀμνύναι τὸν Ἀσκληπιόν, χρώμενος τῇ φωνῇ προπαροξυτόνως. | |
165 | Dionysius Halic. De Demosth. 53: ἧς (sc. ὑποκρίσεως) πλεί‐ στην ὥσπερ καὶ τῶν ἄλλων πρόνοιαν ἔσχεν οὗτος ὁ ἀνήρ (sc. Δημοσθένης). διττὴν δὲ τὴν φύσιν αὐτῆς οὖσαν ὁρῶν, περὶ ἄμφω τὰ μέρη σφόδρα ἐσπούδασε. καὶ γὰρ τὰ πάθη τὰ τῆς φωνῆς καὶ τὰ σχήματα 〈τὰ〉 τοῦ σώματος ὡς κράτιστα | |
5 | ἕξειν ἔμελλεν, οὐ μικρῷ πόνῳ κατειργάσατο, καίτοι φύσει πρὸς ταῦτα οὐ πάνυ εὐτυχεῖ χρησάμενος, ὡς Δημήτριός τε ὁ Φαληρεύς φησι καὶ οἱ ἄλλοι πάντες οἱ τὸν βίον αὐτοῦ συγγράψαντες. | |
166 | Plutarchus Demosthenes XI: τοῖς δὲ σωματικοῖς ἐλαττώμασιν τοιαύτην ἐπῆγεν ἄσκησιν (sc. Δημοσθένης), ὡς ὁ Φαληρεὺς Δημήτριος ἱστορεῖ, λέγων αὐτοῦ Δημοσθένους ἀκοῦσαι πρεσβύτου γεγονότος· τὴν μὲν γὰρ ἀσάφειαν καὶ τραυλότητα τῆς γλώττης ἐκβιάζεσθαι καὶ διαρθροῦν εἰς τὸ στόμα ψήφους | |
5 | λαμβάνοντα καὶ ῥήσεις ἅμα λέγοντα, τὴν δὲ φωνὴν γυμνάζειν ἐν τοῖς δρόμοις καὶ ταῖς πρὸς τὰ σιμὰ ἀναβάσεσι διαλεγόμενον καὶ λόγους τινὰς ἢ στίχους ἅμα τῷ πνεύματι πυκνουμένῳ προφερόμενον. εἶναι δ’ αὐτῷ μέγα κάτοπτρον οἴκοι, | |
καὶ πρὸς τοῦτο τὰς μελέτας ἐξ ἐναντίας ἱστάμενον περαίνειν. | ||
169 | Philodemus Rhetorica I p. 198 col. XVI a 9 ff. Sudh.: πονηρὸν γὰρ εἰς ὑπόκρισιν αἱ μακραὶ περίοδοι καθάπερ καὶ παρὰ [Δη]μη[τρί]ῳ κεῖται περὶ τῶ[ν Ἰ]σο[κρά]τους. | |
170 | Dionysius Halic. De Demosth. 5 (= Epistula ad Pompeium 2, 6): σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται (sc. Πλάτων)· καὶ πολὺς ὁ τελέτης ἐν τοῖς τοιούτοις παρ’ αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που | |
5 | καὶ ἄλλοι συχνοὶ πρότερον. οὐ γὰρ ἐμὸς ὁ μῦθος. | |
171 | Vita Aeschinis (Aeschinis orationes ed. F. Schultz p. 5; Martin—de Budé I p. 7): ὅτι μαθητὴς ἐγένετο (sc. Αἰσχίνης), ὡς μὲν Δημή‐ τριος ὁ Φαληρεύς φησι Σωκράτους τοῦ φιλοσόφου, εἶθ’ ὕστερον Πλάτωνος. | |
172 | Philodemus Rhetorica I fr. VI p. 272 Sudh.: πεπαιγμένας ...ι φάσεις ἔθη[κεν ...]. τους· ὃ δὲ Λύσι[ν γεγρα]φέναι Δη[μή]τ[ριος ὁ Φαλη]ρε[ὺς] ἐν τοῖς πε[ρὶ τῆς ῥη]τορικῆς σ[υ]γ[γράμμασίν φη]σιν ? εἰ καὶ κα... | |
173 | Schol. Tzetzes Chil. V 209 (Cramer Anecd. Graeca Oxo‐ niens. III p. 365): Ἀραβίας. τὸ Ἄραψ γράφε μεθ’ ἑνὸς μηδὲ διπλοῦ τοῦ ῥῶ μοι· Τζέτζης ὁ τοῦτο λέγων σοι· μὴ πείθου τοῖς βαναύσοις. καὶ Φαληρεὺς Δη‐ | |
μήτριος Ῥητορικῆς φῆ γράφειν. | ||
183 | Demetrius De elocutione 289 (cf. Gregorius Corinth. in Hermogenis Περὶ μεθόδου δεινότητος VIII 71 Walz VII p. 1180): πολλάκις δὲ ἢ πρὸς τύραννον ἢ ἄλλως βίαιόν τινα διαλεγόμενοι καὶ ὀνειδίσαι ὁρμῶντες χρῄζομεν ἐξ ἀνάγκης σχήματος λόγου, ὡς Δημήτριος ὁ Φαληρεὺς πρὸς Κρατερὸν | |
5 | τὸν Μακεδόνα ἐπὶ χρυσῆς κλίνης καθεζόμενον μετέωρον, καὶ ἐν πορφυρᾷ χλανίδι καὶ ὑπερηφάνως ἀποδεχόμενον τὰς πρεσβείας τῶν Ἑλλήνων, σχηματίσας εἶπεν ὀνειδιστικῶς ὅτι: ὑπεδεξάμεθά ποτε πρεσβεύοντας ἡμεῖς τούσδε καὶ Κρατερὸν τοῦτον. ἐν γὰρ τῷ δεικτικῷ τῷ τοῦτον ἐμφαίνεται 〈ἡ〉 ὑπερηφανία τοῦ Κρατεροῦ πᾶσα ὠνειδισμένη ἐν σχήματι. | |
184 | Anonymus Segu. 125 p. 23, 19 (Caecilius Calact. ed. Ofenloch fr. 20; Rhet. Graeci ed. Spengel I p. 442): Ἀλέξανδρος δὲ ὁ τοῦ | |
Νουμηνίου καὶ Νεοκλῆς οὐ μίαν ἀποδεδώκασιν αὐτῇ (sc. τῇ διηγήσει) τάξιν, ἀλλὰ ἄλλοτε ἄλλην. ἐνίοτε καὶ πρό γε τοῦ προοιμίου, ὁπόταν ὁ δικαστὴς προηρεθισ‐ | ||
5 | μένος ᾖ καὶ σπεύδῃ πρὸς τὸ μαθεῖν τὸ πρᾶγμα· ἔστι δὲ ὅτε 〈ἐν ταῖς πίστεσι〉 καὶ μετὰ τὰς πίστεις, ὥσπερ Αἰσχίνην τέ φασιν ἐν τῷ κατὰ Τιμάρχου πεποιηκέναι καὶ Δημοσθένην ἐν τῷ κατὰ Μειδίου. τοῦτο δ’ ἁρμόζειν, ἡνίκα 〈ἂν〉 ἰσχυρότερον οἱ ἀντίδικοι προβεβληκότες ὦσι τὰς διηγήσεις. προμαλαχθέντα γὰρ τὸν δικαστὴν ταῖς πίστεσι ῥαδίως παραδέχεσθαι τὴν διήγησιν. παρὰ μὲν οὖν Δημητρίῳ τῷ | |
10 | Φαληρεῖ φασιν ἐν ἐπιλόγῳ καὶ μετ’ ἐπίλογον κεῖσθαι διήγησιν. ἁρμόζειν γὰρ τὸ | |
τοιοῦτον, ὅταν σφόδρα ὑπὸ τῶν κατηγόρων καταληφθῶσιν οἱ δικασταί. | ||
190 | Athenaeus V 177 e: Δημήτριος δ’ ὁ Φαληρεὺς ἐπαρίστερον τὴν τοῦ στίχου παράληψιν ἐπειπὼν καὶ τῆς ποιήσεως ἀλλοτρίαν τὸν ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. (Homer B 409) μικρολογίαν ἐμβάλλειν τοῖς ἤθεσιν. οἶμαι γάρ, φησίν, ἕκαστον τῶν χαριέντων ἀν‐ | |
5 | θρώπων ἔχειν καὶ οἰκεῖον καὶ φίλον πρὸς ὃν ἂν ἔλθοι θυσίας οὔσης τὸν καλοῦν‐ τα μὴ περιμείνας (cf. Eustath. Hom. B 409). | |
191 | Eustathius ad Homerum γ 267 πὰρ δ’ ἄρ’ ἔην καὶ ἀοιδὸς ἀνήρ (cf. schol.): ὁ δὲ Φαληρεὺς Δημήτριος ἱστορεῖ ὅτι Μενέλαος ἅμα Ὀδυσσεῖ ἐλθὼν εἰς Δελφοὺς ἤρετο περὶ τῆς εἰς Ἴλιον στρατείας ἀγωνοθετοῦντος Κρέον‐ τος τὸν ἐνναετηρικὸν ἀγῶνα τῶν Πυθίων, ἐν ᾧ ἐνίκα Δημόδοκος Λάκων μαθητὴς | |
5 | Μυκηναίου Αὐτομήδους τοῦ δι’ ἐπῶν γράψαντος τὴν Ἀμφιτρύωνός τε μάχην πρὸς Τηλεβόας καὶ τὴν ἔριν Κιθαιρῶνος καὶ Ἑλικῶνος, ἀφ’ ὧν τὰ ἐν Βοιωτίᾳ ὄρη ἐκλήθησαν. ἦν δέ, φησί, καὶ αὐτὸς μαθητὴς Περιμήδους Ἀργείου διδάξαντος αὐτόν τε καὶ τὸν ῥηθέντα Μυκηναῖον Αὐτομήδην καὶ Λικύμνιον τὸν Βουπρασιέα καὶ Φαρίδαν τὸν Λάκωνα καὶ Πρόβολον τὸν Σπαρτιάτην. τότε δὴ Μενέλαος μὲν | |
10 | τῇ Προναίᾳ Ἀθηνᾷ τὸν τῆς Ἑλένης ὅρμον ἀνέθηκεν ἐν Δελφοῖς. Ἀγαμέμνων δὲ τὸν Δημόδοκον εἰς Μυκήνας ἀκολουθῆσαι πείσας ἔταξε τὴν Κλυταιμνήστραν τηρεῖν. ἐτίμα γὰρ λίαν φησὶ τοὺς ἀοιδοὺς ὡς διδασκάλους τῶν τε θείων καὶ ἀνθρωπίνων. δηλοῖ δέ φησι καὶ Κλυταιμνήστρα τὴν εἰς αὐτὸν τιμήν. οὐ γὰρ φονεύειν ἀλλ’ ἀφορίζειν αὐτὸν ἀφῆκε (cf. schol. Hom. γ 267 Dind.). | |
192 | Scholia Tzetzae in Lycophronem Prolegomena p. 259 Müller: ἀσματογράφων δὲ τῶν καὶ ἀοιδῶν γνωρίσματα τὸ ᾄσματα καὶ ᾠδὰς γράφειν πρὸς μουσικὴν καὶ φόρμιγγα καὶ βάρβιτον καὶ κιθάραν καὶ πᾶν ὄργανον μουσικῶς ᾀδόμενον. οἷοίπερ ἦσαν ποιηταὶ ὡς ὁ Φαληρεὺς Δημήτριος γράφει | |
5 | Αὐτομήδης καὶ Δημόδοκος καὶ Χαῖρις οἱ Κερκυραῖοι καὶ ὁ Ἰθακήσιος Φήμιος καὶ | |
οἱ λοιποί, οὓς ὁ Φαληρεὺς Δημήτριος γράφει. | ||
193 | Stobaeus Ecl. III 5, 43: ἐκ τῆς Ἑρμίππου συναγωγῆς τῶν καλῶς ἀναφωνηθέντων ἐξ Ὁμήρου. Δημήτριος ὁ Φαληρεὺς εἰς σωφροσύνην ἔλεγε ταῦτα ποιεῖν (sc. Ὅμηρον)· ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο (Homer. ψ 296). | |
195 | Dionysius Halicarn. Epistula ad Pompeium Geminum 1, 16: καὶ γὰρ τὰ δόγματα διέβαλον αὐτοῦ (sc. Πλάτωνος) τινες καὶ τοὺς λόγους ἐμέμψαντο πρῶτον μὲν ὁ γνησιώτατος αὐτοῦ μαθητὴς Ἀριστοτέλης, ἔπειτα οἱ περὶ Κηφισόδωρόν τε καὶ Θεόπομπον καὶ Ζωΐλον καὶ Ἱπποδάμαντα | |
5 | καὶ Δημήτριον καὶ ἄλλοι συχνοί, οὐ διὰ φθόνον ἢ διὰ φιλαπεχθημοσύνην κωμῳ‐ δοῦντες, ἀλλὰ τὴν ἀλήθειαν ἐξετάζοντες. | |
198 | Stobaeus Ecl. III 12, 18 Δημητρίου: Δημήτριος ἐρωτηθεὶς τί φαῦλον τοῖς ψευδομένοις παρακολουθεῖ εἶπε· τὸ μηδ’ ἂν τἀληθῆ λέγωσιν ἔτι | |
πιστεύεσθαι. | ||
201 | Josephus adv. Apionem I 23, 217 (cf. Eusebius Praep. evang. IX 42): οἱ πολλοὶ δὲ τῶν εἰρημένων ἀνδρῶν τῆς μὲν ἀληθείας τῶν ἐξ ἀρχῆς πραγμάτων διήμαρτον, ὅτι μὴ ταῖς ἱεραῖς ἡμῶν βίβλοις ἐνέτυχον. κοινῶς μέντοι περὶ τῆς ἀρχαιότητος ἅπαντες μεμαρτυρήκασιν, ὑπὲρ ἧς τὰ νῦν λέγειν προεθέμην. | |
5 | ὁ μέντοι Φαληρεὺς Δημήτριος καὶ Φίλων ὁ πρεσβύτερος καὶ Εὐπόλεμος οὐ πολὺ τῆς ἀληθείας διήμαρτον. οἷς συγγιγνώσκειν ἄξιον, οὐ γὰρ ἐνῆν αὐτοῖς μετὰ πάσης | |
ἀκριβείας τοῖς ἡμετέροις γράμμασι παρακολουθεῖν. Schol. Tzetzes Alleg., Cramer Anecdota Graeca Oxoniens. III 384: ὁ Φαληρεὺς δὲ χάριν ὀνομάζει τὸ ἀστεῖον. | ||
205 | Philodemus Rhetorica I p. 279 fr. XXIII 10 Sudh.: ... καὶ Δημήτριος δια ....νην τοῦτο νομίζων ....ν μὴ τοῦτον ἔθηκε τὸν [τρό]πον [ἀλλ]ὰ μᾶλλον διὰ ...αταρ .....ων, ὧν ἐστιν ἡ ... κτλ. | |
206 | Photius Lexicon s. v. Ἰσαῖος: .... εἷς μέν ἐστι τῶν δέκα ῥητόρων, μαθητὴς δὲ Ἰσοκράτους, διδάσκαλος δὲ Δημοσθένους· Ἀθηναῖος τὸ γένος, Δημήτριος δὲ Χαλκιδέα φησιν αὐτὸν εἶναι. | |
207 | Schol. AD Homer Ζ 35: Ἀχιλλεὺς ὑπὸ τὸν Τρωικὸν πόλεμον πορ‐ θῶν τὰς περιοίκους τῆς Ἰλίου πόλεις ἀφίκετο εἰς τὴν πάλαι μὲν Μονηνίαν, νῦν δὲ Πήδασον καλουμένην, καὶ αὐτὴν σὺν ταῖς ἄλλαις 〈ἐπειρᾶτο〉 ἑλεῖν. ἀπογνόν‐ τος δὲ αὐτοῦ τὴν εἰς τὸ τέλος πολιορκίαν διὰ τὴν ὀχυρότητα τοῦ τόπου καὶ μέλ‐ | |
5 | λοντος ἀναχωρεῖν, φασὶν εἴσω τῶν τειχῶν οὖσάν τινα παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλέως καὶ λαβοῦσαν μῆλον εἰς τοῦτο ἐπιγράψαι καὶ ῥῖψαι εἰς μέσον τῶν Ἀχαιῶν. ἦν δὲ ἐν αὐτῷ γεγραμμένον: μὴ σπεῦδ’, Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἑλεῖν· ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς. | |
10 | τὸν δὲ Ἀχιλλέα ἐπιμείναντα οὕτω λαβεῖν τὴν πόλιν τῇ τοῦ ὕδατος σπάνει. ἡ ἱστο‐ ρία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ (fr. 85 Rzach3). | |
208 | Stephanus Byz. s. v. Κορώπη: πόλις Θεσσαλίας. ὁ πολίτης Κορω‐ παῖος. Νίκανδρος ἐν Θηριακοῖς ᾗ ἐν Ἀπόλλων μαντείας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν (613/4). | |
5 | οἱ δὲ ὑπομνηματίσαντες αὐτὸν Θέων καὶ Πλούταρχος καὶ Δημήτριος ὁ Φαληρεύς φασιν: Νίκανδρος Ὀροπαῖος καὶ Κοροπαῖος Ἀπόλλων. ἀγνοεῖ δ’ ὅτι Ἀμφιαράου | |
ἱερόν, 〈οὐκ〉 Ἀπόλλωνός ἐστιν. λέγεται δὲ κατ’ ἔλλειψιν τοῦ κ Ὀρωπαῖος· |